- 문장 내 검색

헬라어 문장 내 검색 Language

Μισγόλας ἔστι τις Ναυκράτους, ὦ ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς κἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακώς, καὶ ἀεί τινας ἔχειν εἰωθὼς περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 411)
καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρ ὑμῖν ἰσχύει.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 773)
καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 301)
ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι, καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 711)
κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους τὴν πόλιν καθιστᾶσι, τὸ μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1771)
τὰς δὲ συνεδρίας καὶ τὰς συντάξεις, ἐξ ὧν ἰσχύσειν ὁ πόλεμος ἔμελλεν, ἄρδην ἀπέδοτο, καλλίστοις ὀνόμασιν αἰσχίστας πράξεις γράφων, καὶ τῷ λόγῳ προσβιβάζων ὑμᾶς, τὰς μὲν βοηθείας ὡς δεῖ τὴν πόλιν πρότερον ποιεῖσθαι τοῖς ἀεὶ δεομένοις τῶν Ἑλλήνων, τὰς δὲ συμμαχίας ὑστέρας μετὰ τὰς εὐεργεσίας.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 931)
"τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας μὴ μετέχειν τοῖς ἐκεῖσε συλλεγομένοις μήτε λόγου μήτε ἔργου μήτε δόγματος μήτε πράξεως μηδεμιᾶς.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1271)
τὸ γὰρ ἀεὶ πρὸς ἡδονὴν λεγόμενον οὑτωσὶ τὴν πόλιν διατέθηκεν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1275)
εἰ δὲ μή, τήν γ εὐγνωμοσύνην ἀεὶ προτακτέον τοῦ λόγου.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1704)
ὅταν δ ἐπίορκος ὢν εἰς τὴν τῶν ὁρ´κων πίστιν καταφυγγάνῃ, ἐκεῖνο ἀπομνημονεύσατε αὐτῷ, ὅτι τῷ πολλάκις μὲν ἐπιορκοῦντι, ἀεὶ δὲ μεθ ὁρ´κων ἀξιοῦντι πιστεύεσθαι, δυοῖν θάτερον ὑπάρξαι δεῖ, ἢ τοὺς θεοὺς καινούς, ἢ τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 208 1:1)
οὕτω δὲ ταῖς αἰτίαις ἐνέφραξας τὰς κατὰ σαυτοῦ τιμωρίας, ὥστε τὸν κίνδυνον εἶναι μὴ σοὶ τῷ ἀδικήσαντι, ἀλλὰ τοῖς ἐπεξιοῦσι, πολὺν μὲν τὸν Ἀλέξανδρον καὶ τὸν Φίλιππον ἐν ταῖς διαβολαῖς φέρων, αἰτιώμενος δέ τινας ἐμποδίζειν τοὺς τῆς πόλεως καιρούς, ἀεὶ τὸ παρὸν λυμαινόμενος, τὸ δὲ μέλλον κατεπαγγελλόμενος.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2231)
σὺ δὲ τὸ μὲν τῶν Θηβαίων ὄνομα καὶ τὸ τῆς δυστυχεστάτης συμμαχίας ἐνοχλεῖς ἀεὶ λέγων, τὰ δ ἑβδομήκοντα τάλαντα ὑποσιωπᾷς, ἃ προλαβὼν τοῦ βασιλικοῦ χρυσίου ἀπεστέρηκας.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2394)
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
(아이스킬로스, 아가멤논, episode 2:2)
καὶ δεῦρό γ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
(아이스킬로스, 에우메니데스, episode23)
εἴτ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.?
(아이스킬로스, Libation Bearers, episode17)

SEARCH

MENU NAVIGATION