- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀπροσδόκητος δ αὐτὸν ἀφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν.?
(아이스킬로스, 결박된 프로메테우스, episode 4:5)
ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους οὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθ ἑαυτούς, ἐπιφανεὶς δ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 53 3:1)
ὃς ἐπιφανεὶς αὐτοῖς ἀπροσδόκητος ὀλίγους μέν τινας ἀποκτείνει μαχόμενος, τοὺς δὲ λοιποὺς αἰχμαλώτους λαμβάνει.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 76 6:1)
καὶ καταλιπὼν ἐν ταῖς ναυσὶ φυλακὴν ἀποχρῶσαν ἐν τῇ πρώτῃ νυκτὶ τὴν ἀπὸ θαλάσσης ὁδὸν οὐ πολλὴν οὖσαν διανύσας ἐπιφαίνεται τοῖς Ἀρικηνοῖς περὶ τὸν ὄρθρον ἀπροσδόκητος.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 6 2:2)
ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες τὴν πολιορκίαν ἀτελῆ:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 64 4:3)
ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν - ἐφ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος - φοβηθέντες οἱ Ῥηγῖνοι, μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 4 2:1)
τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος οὔτ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 10 4:1)
καὶ περὶ Σινώπην τὴν ἐν Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππου, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 27:1)
καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 17 313:2)
οὐ μὴν εἰάσεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φᾶδος, ἀλλ ἐξέπεμψεν ἴλην ἱππέων ἐπ αὐτούς, ἥτις ἀπροσδόκητος ἐπιπεσοῦσα πολλοὺς μὲν ἀνεῖλεν, πολλοὺς δὲ ζῶντας ἔλαβεν, αὐτὸν δὲ τὸν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσι τὴν κεφαλὴν καὶ κομίζουσιν εἰς Ιἑροσόλυμα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 20 119:2)
"ἑώθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆν ^ τὴν οἰκίαν οἰκεῖν.
(루키아노스, Philopsuedes sive incredulus, (no name) 25:11)
καὶ διαδραμὼν τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις.
(플루타르코스, De gloria Atheniensium, section 2 3:4)
ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος, καὶ διαβουλευομένοις αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς·
(플루타르코스, De gloria Atheniensium, section 2 11:1)
τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ. αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.?
(70인역 성경, 지혜서 17:15)

SEARCH

MENU NAVIGATION