- 문장 내 검색

헬라어 문장 내 검색 Language

οἱ δ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι.?
(아폴로도로스, 아르고나우티카, book 1 18:25)
ὡς δ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι, ἄλλοτ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται:
(아폴로도로스, 아르고나우티카, book 4 15:25)
αὐτοὶ μὲν ὦν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ἐπὶ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανέονταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν.
(아리아노스, Indica, chapter 13 6:1)
τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους, μήποτ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς:
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 125 1:2)
πάντων δ ἐπὶ τὸν ποταμὸν τρεπομένων, ἀναμὶξ ἱππέων τε καὶ πεζῶν, καὶ τῶν ἁρμάτων ἅμα τούτοις φυρομένων οἱ μὲν ὑπ ἀλλήλων συμπατούμενοι καὶ τοῖς τῶν συμμάχων ξίφεσι καὶ λόγχαις περιπειρόμενοι τὴν συμφορὰν ἔσχον ἀβοήθητον, οἱ δ ὑπὸ τῶν παρὰ τοῖς πολεμίοις ἱππέων εἰς τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἀγεληδὸν συνελαυνόμενοι καὶ κατὰ νώτου τὰς πληγὰς λαμβάνοντες ἀπέθνησκον.
(디오도로스 시켈로스, Library, book xvi, chapter 80 2:1)
ληφθέντες ἀμφοτέρωθεν ἀγεληδὸν οἱ θεοστυγεῖς κατεκόπησαν.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 14, chapter 5 2:2)
ἐπεάν σφεας ἐσίῃ οἶστρος κυΐσκεσθαι, ἀγεληδὸν ἐκπλέουσι ἐς θάλασσαν:
(헤로도토스, The Histories, book 2, chapter 93 2:2)
ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἱό῀ν περ ἐποίευν οἱ ἔρσενες:
(헤로도토스, The Histories, book 2, chapter 93 3:2)
καί τ ἀγεληδὸν ἰάσιν ἀπὸ κρήνης μελανύδρου λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ ἄκρον ἐρευγόμενοι φόνον αἵματος:
(호메로스, 일리아스, Book 16 13:4)
τῶν δ ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον.
(플루타르코스, De sollertia animalium, chapter, section 30 1:1)
οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.
(70인역 성경, Liber Maccabees II 3:18)
οἱ δὲ ἐπὶ τῆς Ἰουδαίας πεφυγαδευκότες τὸν Ἰούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν Ἰουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.
(70인역 성경, Liber Maccabees II 14:14)
" τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν, ἐπειδὰν ἐμπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἱο῀ν δελφίνων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν, ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας φησί:
(스트라본, 지리학, book 1, chapter 2 30:6)
διὰ τοῦτο δὲ καὶ τὰς μεταναστάσεις αὐτῶν ῥαδίως ὑπάρχειν συμβαίνει, φερομένων ἀγεληδὸν καὶ πανστρατιᾷ, μᾶλλον δὲ καὶ πανοικίων ἐξαιρόντων, ὅταν ὑπ ἄλλων ἐκβάλλωνται κρειττόνων.
(스트라본, 지리학, book 4, chapter 4 4:10)
γεννᾶται μὲν οὖν τὸ ζῷον ἐν τοῖς ἕλεσι τῆς Μαιώτιδος, ἰσχῦσαν δὲ μικρὸν ἐκπίπτει διὰ τοῦ στόματος ἀγεληδὸν καὶ φέρεται παρὰ τὴν Ἀσιανὴν ᾐόνα μέχρι Τραπεζοῦντος καὶ Φαρνακείας:?
(스트라본, 지리학, Book 7, chapter 6 4:4)

SEARCH

MENU NAVIGATION