- 문장 내 검색

헬라어 문장 내 검색 Language

Χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.1)
ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 49:3)
καὶ πρὶν προσελθεῖν πρὸς ὑμᾶς οὐδὲν ἔχοντες, νῦν εὐποροῦντες οὐδὲ χάριν ὑμῖν ἔχουσιν, ἀλλὰ περιιόντες λέγουσιν ὡς ἀβέβαιός ἐστιν ὁ δῆμος, ὡς δυσχερής, ὡς ἀχάριστος, ὥσπερ ὑμᾶς διὰ τούτους εὐποροῦντας, οὐ τούτους διὰ τὸν δῆμον.
(데모스테네스, Speeches 51-61, Ἔνδειξις κατὰ Θεοκρίνου 93:2)
τῇ τύχῃ δ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 19 3:1)
ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτ εἶναι Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος:
(플루타르코스, De superstitione, section 10 3:4)
οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις οὐ ψευδὴς μέν, ἀβέβαιος δὲ καὶ πολλὴν ἀσάφειαν ἔχουσα περὶ τῶν φυγάδων μήνυσις ὡς ἐν τῇ πόλει κρυπτομένων, τοῦ δὲ Φιλλίδου παραφέροντος τὸν λόγον, ὅμως Ἀρχίας ἔπεμψέ τινα τῶν ὑπηρετῶν πρὸς τὸν Χάρωνα, προστάσσων εὐθὺς ἥκειν αὐτόν, ἦν δὲ ἑσπέρα, καὶ συνέταττον ἔνδον αὑτοὺς οἱ περὶ τὸν Πελοπίδαν, ἤδη τεθωρακισμένοι καὶ τὰς μαχαίρας ἀνειληφότες.
(플루타르코스, Pelopidas, chapter 9 3:1)
δ δ ὑφ ἡδονῆς καὶ ὡρ´ας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.
(플루타르코스, Quomodo adolescens poetas audire debeat, chapter, section 12 24:1)
ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος, ὁ δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος ταῖς ὁρμαῖς.
(플루타르코스, Regum et imperatorum apophthegmata, Κικέρωνος, section 62)
ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος , ὁ δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος·
(플루타르코스, Regum et imperatorum apophthegmata, Κικέρωνος, section 6 1:2)
"ὁ δὲ ζῶντος ἔτι καὶ κινδυνεύοντος ἐν τῷ βίῳ μακαρισμός, ὥσπερ ἀγωνιζομένου κήρυγμα καὶ στέφανος, ἐστὶν ἀβέβαιος καὶ ἄκυρος.
(플루타르코스, Σόλων, chapter 27 6:5)
ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία μεταπιπτούσης ῥᾳδίως τῆς τύχης:
(작자 미상, 비가, Ἀρχιλόχου, Ιὀβάκχων168)
ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία μεταπιπτούσης ῥᾳδίως τῆς τύχης:
(작자 미상, 비가, Σημωνίδου, Ιἄμβων.Α καὶ Β?23)

SEARCH

MENU NAVIGATION