- 문장 내 검색

헬라어 문장 내 검색 Language

μὴ γὰρ οἰέσθ αὐτὸν φθέγγεσθαι μὲν οὕτω μέγα, ὀλολύζειν δ οὐχ ὑπέρλαμπρον, ἐν δὲ ταῖς ἡμέραις τοὺς καλοὺς θιάσους ἄγων διὰ τῶν ὁδῶν, τοὺς ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ, τοὺς ὄφεις τοὺς παρείας θλίβων καὶ ὑπὲρ τῆς κεφαλῆς αἰωρῶν, καὶ βοῶν εὐοῖ σαβοῖ, καὶ ἐπορχούμενος ὑῆς ἄττης ἄττης ὑῆς, ἔξαρχος καὶ προηγεμὼν καὶ κιττοφόρος καὶ λικνοφόρος καὶ τοιαῦθ ὑπὸ τῶν γρᾳδίων προσαγορευόμενος, μισθὸν λαμβάνων τούτων ἔνθρυπτα καὶ στρεπτοὺς καὶ νεήλατα, ἐφ οἷς τίς οὐκ ἂν ὡς ἀληθῶς αὑτὸν εὐδαιμονίσειε καὶ τὴν αὑτοῦ τύχην·?
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 372:1)
τῶν μὲν γὰρ Βενδιδείων Πλάτων μέμνηται, τῶν δὲ Φρυγίων Δημοσθένης διαβάλλων τὴν Αἰσχίνου μητέρα καὶ αὐτὸν ὡς τελούσῃ τῇ μητρὶ συνόντα καὶ συνθιασεύοντα καὶ ἐπιφθεγγόμενον "εὐοῖ σαβοῖ" πολλάκις καὶ "ὑής ἄττης ἄττης ὑής.
(스트라본, 지리학, Book 10, chapter 3 29:4)
ἥδε δ ὥστ ὄνου ῥάχις ἕστηκεν ὑής ἀγρίης ἐπιστεφής:
(작자 미상, 비가, Ἀρχιλόχου, Ιὀβάκχων?6)

SEARCH

MENU NAVIGATION