- 문장 내 검색

헬라어 문장 내 검색 Language

" ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, ὁ Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου.?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 10 10:3)
ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίως ^ ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν.
(루키아노스, Alexander, (no name) 52:1)
ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων ἢ Συριστί.
(플루타르코스, Antony, chapter 46 2:3)
καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ραψάκην. λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν Ἰουδαϊστί, καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;
(70인역 성경, 열왕기 하권 18:26)
καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις. πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην.
(70인역 성경, Liber Esdrae II 4:7)
καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ καὶ Σομνᾶς καὶ Ἰωάχ. λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;
(70인역 성경, 이사야서 36:11)
καὶ ἐλάλησαν οἰ Χαλδαῖοι τῷ βασιλεῖ συριστί. βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.
(70인역 성경, 다니엘서 2:4)
ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἱππέων τάξεις κατὰ τὰς ὁδοὺς καὶ προεῖπεν οὓς μὲν ἔξω λαμβάνοιεν κατακαίνειν, τοὺς δ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ἐπισταμένους ἔνδον μένειν:
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Ζ?, chapter 5 36:1)

SEARCH

MENU NAVIGATION